Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.10 Joseph. AJ 6.14 (English) >>Joseph. AJ 6.18

6.12κἂν μὲν τὴν Ἑβραίων ἀπίωσι καὶ τὴν τούτων χώραν ἀναβαίνωσιν, ὑπολαμβάνειν τὴν κιβωτὸν αἰτίαν τῶν κακῶν, ἂν δὲ ἄλλην τράπωνται, μεταδιώξωμεν αὐτὴν, ἔφασαν, μαθόντες ὅτι μηδεμίαν ἰσχὺν τοιαύτην ἔχει. 6.13

Ἔκριναν δʼ αὐτὰ καλῶς εἰρῆσθαι καὶ τοῖς ἔργοις εὐθὺς τὴν γνώμην ἐκύρωσαν. καὶ ποιήσαντες μὲν τὰ προειρημένα προάγουσιν τὴν ἅμαξαν ἐπὶ τὴν τρίοδον καὶ καταλιπόντες ἀνεχώρησαν, τῶν δὲ βοῶν τὴν ὀρθὴν ὁδὸν ὥσπερ ἡγουμένου τινὸς αὐταῖς ἀπιουσῶν ἠκολούθουν οἱ τῶν Παλαιστίνων ἄρχοντες, ποῦ ποτε στήσονται καὶ πρὸς τίνας ἥξουσι βουλόμενοι μαθεῖν. 6.14κώμη δέ τίς ἐστι τῆς Ἰούδα φυλῆς Βήθης ὄνομα· εἰς ταύτην ἀφικνοῦνται αἱ βόες, καὶ πεδίου μεγάλου καὶ καλοῦ τὴν πορείαν αὐτῶν ἐκδεξαμένου παύονται προσωτέρω χωρεῖν στήσασαι τὴν ἅμαξαν αὐτόθι. θέα δὲ ἦν τοῖς ἐν τῇ κώμῃ καὶ περιχαρεῖς ἐγένοντο· θέρους γὰρ ὥρᾳ πάντες ἐπὶ τὴν συγκομιδὴν τῶν καρπῶν ἐν ταῖς ἀρούραις ὑπάρχοντες ὡς εἶδον τὴν κιβωτὸν ὑφʼ ἡδονῆς ἁρπαγέντες καὶ τὸ ἔργον ἐκ τῶν χειρῶν ἀφέντες ἔδραμον εὐθὺς ἐπὶ τὴν ἅμαξαν. 6.15καὶ καθελόντες τὴν κιβωτὸν καὶ τὸ ἄγγος, τοὺς ἀνδριάντας εἶχε καὶ τοὺς μύας, τιθέασιν ἐπί τινος πέτρας, ἥτις ἦν ἐν τῷ πεδίῳ, καὶ θύσαντες λαμπρῶς τῷ θεῷ καὶ κατευωχηθέντες τήν τε ἅμαξαν καὶ τοὺς βόας ὡλοκαύτωσαν. καὶ ταῦτʼ ἰδόντες οἱ τῶν Παλαιστίνων ἄρχοντες ἀνέστρεψαν ὀπίσω.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.10 Joseph. AJ 6.14 (English) >>Joseph. AJ 6.18

Powered by PhiloLogic